Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.320 Joseph. AJ 7.325 (English) >>Joseph. AJ 7.330

7.323κἂν γένηται τοὺς τρεῖς μῆνας νικωμένους αὐτούς, ὅτι τοὺς ἀνδρειοτάτους ἔχων περὶ αὑτὸν καὶ φρούρια καὶ διὰ τοῦτο μηδὲν φοβούμενος εἵλετο τὸν πόλεμον, ᾐτήσατο πάθος κοινὸν καὶ βασιλεῦσι καὶ τοῖς ἀρχομένοις, ἐν τὸ δέος ἶσον ἁπάντων γίνεται, προσειπὼν ὅτι πολὺ κρεῖττον εἰς τὰς τοῦ θεοῦ χεῖρας ἐμπεσεῖν τὰς τῶν πολεμίων. 7.324

Ταῦτʼ ἀκούσας προφήτης ἀπήγγειλε τῷ θεῷ· δὲ τὸν λοιμὸν καὶ τὴν φθορὰν ἔπεμψε τοῖς Ἑβραίοις. ἀπέθνησκον δʼ οὐ μονοτρόπως οὐδʼ ὥστε ῥᾴδιον κατανοῆσαι γενέσθαι τὴν νόσον, ἀλλὰ τὸ μὲν κακὸν ἓν ἦν, μυρίαις δʼ αὐτοὺς αἰτίαις καὶ προφάσεσιν οὐδʼ ἐπινοῆσαι δυναμένους ἀνήρπαζεν. 7.325ἄλλος γὰρ ἐπʼ ἄλλῳ διεφθείρετο, καὶ λανθάνον ἐπερχόμενον τὸ δεινὸν ὀξεῖαν τὴν τελευτὴν ἐπέφερεν, τῶν μὲν αἰφνιδίως μετʼ ἀλγημάτων σφοδρῶν καὶ πικρᾶς ὀδύνης τὴν ψυχὴν ἀφιέντων, ἐνίων δὲ καὶ μαραινομένων τοῖς παθήμασι καὶ μηδʼ εἰς κηδείαν ὑπολειπομένων, ἀλλʼ ἐν αὐτῷ τῷ κάμνειν εἰς τὸ παντελὲς δαπανωμένων· 7.326οἱ δʼ αἰφνίδιον σκότους αὐτοῖς τὰς ὄψεις ὑποδραμόντος περιπνιγεῖς ἀπῴμωζον, ἔνιοι δὲ τῶν οἰκείων τινὰ κηδεύοντες ἐναπέθνησκον ἀτελέσι ταῖς ταφαῖς. ἀπώλοντο δʼ ἀρξαμένης ἕωθεν τῆς λοιμικῆς νόσου φθείρειν αὐτοὺς ἕως ὥρας ἀρίστου μυριάδες ἑπτά. 7.327ἐξέτεινε δὲ ἄγγελος τὴν χεῖρα καὶ ἐπὶ τὰ Ἱεροσόλυμα τὸ δεινὸν κἀκεῖσε πέμπων. δὲ βασιλεὺς σάκκον ἐνδεδυμένος ἔκειτο κατὰ τῆς γῆς ἱκετεύων τὸν θεὸν καὶ δεόμενος ἤδη λωφῆσαι καὶ τοῖς ἀπολωλόσιν ἀρκεσθέντα παύσασθαι· ἀναβλέψας δʼ εἰς τὸν ἀέρα βασιλεὺς καὶ θεασάμενος τὸν ἄγγελον διʼ αὐτοῦ φερόμενον ἐπὶ τὰ Ἱεροσόλυμα καὶ μάχαιραν ἐσπασμένον εἶπε πρὸς τὸν θεόν,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.320 Joseph. AJ 7.325 (English) >>Joseph. AJ 7.330

Powered by PhiloLogic